Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.271 Joseph. AJ 6.275 (English) >>Joseph. AJ 6.279

6.273χαίρει δὲ Σαοῦλος ἀκούσας ἐν Κίλλα τὸν Δαυίδην, καίθεὸς ἤδη χερσὶ ταῖς ἐμαῖς ὑπέθετο αὐτόν, εἰπών, ἐπεὶ καὶ συνηνάγκασεν ἐλθεῖν εἰς πόλιν τείχη καὶ πύλας καὶ μοχλοὺς ἔχουσαν”, τῷ λαῷ παντὶ προσέταξεν ἐπὶ τὴν Κίλλαν ἐξορμῆσαι καὶ πολιορκήσαντι καὶ ἑλόντι τὸν Δαυίδην ἀποκτεῖναι. 6.274ταῦτα δὲ αἰσθόμενος Δαυίδης καὶ μαθὼν παρὰ τοῦ θεοῦ, ὅτι μείναντα παρʼ αὐτοῖς οἱ Κιλλῖται ἐκδώσουσι τῷ Σαούλῳ, παραλαβὼν τοὺς τετρακοσίους ἀπῆρεν ἀπὸ τῆς πόλεως εἰς τὴν ἔρημον ἐπάνω τῆς Ἐνγεδὼν λεγομένης. καὶ μὲν βασιλεὺς ἀκούσας αὐτὸν πεφευγότα παρὰ τῶν Κιλλιτῶν ἐπαύσατο τῆς ἐπʼ αὐτὸν στρατείας. 6.275

Δαυίδης δὲ ἐκεῖθεν ἄρας εἴς τινα τόπον Καινὴν καλουμένην τῆς Ζιφήνης παραγίνεται, εἰς ὃν Ἰωνάθης τοῦ Σαούλου παῖς συμβαλὼν αὐτῷ καὶ κατασπασάμενος θαρρεῖν τε καὶ χρηστὰς περὶ τῶν μελλόντων ἔχειν ἐλπίδας παρεκάλει καὶ μὴ κάμνειν τοῖς παροῦσι· βασιλεύσειν γὰρ αὐτὸν καὶ πᾶσαν τὴν Ἑβραίων δύναμιν ἕξειν ὑφʼ ἑαυτῷ, φιλεῖν δὲ τὰ τοιαῦτα σὺν μεγάλοις ἀπαντᾶν πόνοις. 6.276πάλιν δʼ ὅρκους ποιησάμενος τῆς εἰς ἅπαντα τὸν βίον πρὸς ἀλλήλους εὐνοίας καὶ πίστεως καὶ τὸν θεὸν μάρτυρα καλέσας, ὧν ἐπηράσατο αὑτῷ παραβάντι τὰ συγκείμενα καὶ μεταβαλλομένῳ πρὸς τἀναντία, τὸν μὲν αὐτόθι καταλείπει μικρὰ τῶν φροντίδων καὶ τοῦ δέους ἐπικουφίσας, αὐτὸς δὲ πρὸς αὑτὸν ἐπανέρχεται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.271 Joseph. AJ 6.275 (English) >>Joseph. AJ 6.279

Powered by PhiloLogic